Pocket Oracle

Library › Classical antiquity › Hesiod

The Theogony of Hesiod (Unicode Greek)

Hesiod · 3 passages

1

Hesiod English The Theogony of Hesiod This is a Unicode version of the Theogony of Hesiod. To view the polytonic Greek in this file, your browser needs to be set up to display Unicode correctly. For more information, refer to this file. Ἡσίοδος Θεογονία Μουσάων Ἑλικωνιάδων ἀρχώμεθ᾽ ἀείδειν, αἵ θ᾽ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε καί τε περὶ κρήνην ἰοειδέα πόσσ᾽ ἁπαλοῖσιν ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος· καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο 5 ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο καλούς, ἱμερόεντας· ἐπερρώσαντο δὲ ποσσίν. Ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ, ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι, 10 ὑμνεῦσαι Δία τ᾽ αἰγίοχον καὶ πότνιαν Ἥρην Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν, κούρην τ᾽ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην Φοῖβόν τ᾽ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν ἠδὲ Ποσειδάωνα γαιήοχον, ἐννοσίγαιον, 15 καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τ᾽ Ἀφροδίτην Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην Λητώ τ᾽ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην Ἠῶ τ᾽ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Γαῖάν τ᾽ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν 20 ἄλλων τ᾽ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων. Αἵ νύ ποθ᾽ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν, ἄρνας ποιμαίνονθ᾽ Ἑλικῶνος ὕπο ζαθέοιο. Τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον, Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο· 25 «Ποιμένες ἄγραυλοι, κάκ᾽ ἐλέγχεα, γαστέρες οἶον, ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,

2

ἀλλ᾽ ἔχει, ὡς τὸ πρῶτον ἀπ᾽ ἀρχῆς ἔπλετο δασμός, 425 καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ· 427 οὐδ᾽, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς, 426 ἀλλ᾽ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν. 428 ᾮ δ᾽ ἐθέλει, μεγάλως παραγίγνεται ἠδ᾽ ὀνίνησιν· ἔν τε δίκῃ βασιλεῦσι παρ᾽ αἰδοίοισι καθίζει, 434 ἔν τ᾽ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κ᾽ ἐθέλῃσιν· 430 ἠδ᾽ ὁπότ᾽ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κ᾽ ἐθέλῃσι νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι. 433 Ἐσθλὴ δ᾽ αὖθ᾽ ὁπότ᾽ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι, 435 ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδ᾽ ὀνίνησιν· νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει. Ἐσθλὴ δ᾽ ἱππήεσσι παρεστάμεν, οἷς κ᾽ ἐθέλῃσιν. Καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται, 440 εὔχονται δ᾽ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ, ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν, ῥεῖα δ᾽ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ. Ἐσθλὴ δ᾽ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδ᾽ ἀέξειν· βουκολίας δ᾽ ἀγέλας τε καὶ αἰπόλια πλατέ᾽ αἰγῶν 445 ποίμνας τ᾽ εἰροπόκων ὀίων, θυμῷ γ᾽ ἐθέλουσα, ἐξ ὀλίγων βριάει καὶ ἐκ πολλῶν μείονα θῆκεν. Οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα πᾶσι μετ᾽ ἀθανάτοισι τετίμηται γεράεσσιν. Θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετ᾽ ἐκείνην 450 ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς. Οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί. ῾Ρείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα, Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον ἴφθιμόν τ᾽ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει 455

3

Ἀγχίσῃ ἥρωι μιγεῖσ᾽ ἐρατῇ φιλότητι Ἴδης ἐν κορυφῇσι πολυπτύχου ὑληέσσης. 1010 Κίρκη δ᾽, Ἠελίου θυγάτηρ Ὑπεριονίδαο, γείνατ᾽ Ὀδυσσῆος ταλασίφρονος ἐν φιλότητι Ἄγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε· [Τηλέγονον δ᾽ ἄρ᾽ ἔτικτε διὰ χρυσέην Ἀφροδίτην. ] οἳ δή τοι μάλα τῆλε μυχῷ νήσων ἱεράων 1015 πᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον. Ναυσίθοον δ᾽ Ὀδυσῆι Καλυψὼ δῖα θεάων γείνατο Ναυσίνοόν τε μιγεῖσ᾽ ἐρατῇ φιλότητι. Αὗται μὲν θνητοῖσι παρ᾽ ἀνδράσιν εὐνηθεῖσαι ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα. 1020 Νῦν δὲ γυναικῶν φῦλον ἀείσατε, ἡδυέπειαι Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο. ------------ Βάσει τῶν: Rzach, Hesiodi Carmina, Lps 1913, [BT] minor P. Mazon, Hesiode, Collection des Universites de France, 1928 δὲς π.χ. Π. Λεκατσᾶς, Ἡσίοδος , Ἰ. Ζαχαρόπουλος, Ἀθήνα 1941 ------------ Σημείωση Σὲ ἄλλες ἐκδόσεις περιλαμβάνονται ἐπίσης οἱ στίχοι: <Ἥρη δὲ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ. 929a ἐκ ταύτης δ᾽ ἔριδος ἣ μὲν τέκε φαίδιμον υἱὸν 929b Ἥφαιστον, φιλότητος ἄτερ Διὸς αἰγιόχοιο, 929c ἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων· 929d αὐτὰρ ὅ γ᾽ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο 929e κούρῃ νόσφ᾽ Ἥρης παρελέξατο καλλιπαρήῳ, 929f ... ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνε᾽ ἐοῦσαν. 929g συμμάρψας δ᾽ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν 929h δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ. 929i τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων 929j κάππιεν ἐξαπίνης· ἣ δ᾽ αὐτίκα Παλλάδ᾽ Ἀθήνην 929k κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε 929l

Source: Internet Sacred Text Archive, file cla/hesiod/gtheo.htm.

Ask a question